Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.39 Dem. 36.43 (English) >>Dem. 36.46

36.41τοσαῦτα μὲν τοίνυν χρήματʼ εἰληφὼς καὶ χρέα πολλῶν ταλάντων ἔχων, ὧν τὰ μὲν παρʼ ἑκόντων, τὰ δʼ ἐκ τῶν δικῶν εἰσπράττει, τῆς μισθώσεως ἔξω τῆς τραπέζης καὶ τῆς ἄλλης οὐσίας, ἣν κατέλιπεν Πασίων, ὠφείλετʼ ἐκείνῳ καὶ νῦν παρειλήφασιν οὗτοι, καὶ τοσαῦτʼ ἀνηλωκὼς ὅσʼ ὑμεῖς ἠκούσατε, οὐδὲ πολλοστὸν μέρος τῶν προσόδων, μὴ ὅτι τῶν ἀρχαίων, εἰς τὰς λῃτουργίας, ὅμως ἀλαζονεύσεται καὶ τριηραρχίας ἐρεῖ καὶ χορηγίας. 36.42ἐγὼ δʼ, ὡς μὲν οὐκ ἀληθῆ ταῦτʼ ἐρεῖ, ἐπέδειξα, οἶμαι μέντοι, κἂν εἰ ταῦτα πάντʼ ἀληθῆ λέγοι, κάλλιον εἶναι καὶ δικαιότερον τόνδʼ ἀπὸ τῶν αὑτοῦ λῃτουργεῖν ὑμῖν τούτῳ δόντας τὰ τούτου, μικρὰ τῶν πάντων αὐτοὺς μετασχόντας, τόνδε μὲν ἐν ταῖς ἐσχάταις ἐνδείαις ὁρᾶν, τοῦτον δʼ ὑβρίζοντα καὶ εἰς ἅπερ εἴωθεν ἀναλίσκοντα. 36.43ἀλλὰ μὴν περί γε τῆς εὐπορίας, ὡς ἐκ τῶν τοῦ πατρὸς τοῦ σοῦ κέκτηται, καὶ ὧν ἐρωτήσειν ἔφησθα, πόθεν τὰ ὄντα κέκτηται Φορμίων, μόνῳ τῶν ὄντων ἀνθρώπων σοὶ τοῦτον οὐκ ἔνεστʼ εἰπεῖν τὸν λόγον. οὐδὲ γὰρ Πασίων σὸς πατὴρ ἐκτήσαθʼ εὑρὼν οὐδὲ τοῦ πατρὸς αὐτῷ παραδόντος, ἀλλὰ παρὰ τοῖς αὑτοῦ κυρίοις Ἀντισθένει καὶ Ἀρχεστράτῳ τραπεζιτεύουσι πεῖραν δοὺς ὅτι χρηστός ἐστι καὶ δίκαιος, ἐπιστεύθη. 36.44ἔστι δʼ ἐν ἐμπορίῳ καὶ χρήμασιν ἐργαζομένοις ἀνθρώποις φιλεργὸν δόξαι καὶ χρηστὸν εἶναι τὸν αὐτὸν θαυμαστὸν ἡλίκον. οὔτʼ οὖν ἐκείνῳ τοῦθʼ οἱ κύριοι παρέδωκαν, ἀλλʼ αὐτὸς ἔφυ χρηστός, οὔτε τῷδʼ σὸς πατήρ· σὲ γὰρ ἂν πρότερον τοῦδε χρηστὸν ἐποίησεν, εἰ ἦν ἐπʼ ἐκείνῳ. εἰ δὲ τοῦτʼ ἀγνοεῖς, ὅτι πίστις ἀφορμὴ πασῶν ἐστι μεγίστη πρὸς χρηματισμόν, πᾶν ἂν ἀγνοήσειας. χωρὶς δὲ τούτων πολλὰ καὶ τῷ σῷ πατρὶ καὶ σοὶ καὶ ὅλως τοῖς ὑμετέροις πράγμασι Φορμίων γέγονε χρήσιμος. ἀλλʼ οἶμαι τῆς σῆς ἀπληστίας καὶ τοῦ σοῦ τρόπου τίς ἂν δύναιτʼ ἐφικέσθαι;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.39 Dem. 36.43 (English) >>Dem. 36.46

Powered by PhiloLogic